Ancient Greek
P.Mich. Zen. 16
Documentary Papyri, P.Mich. Zen. 1 16
Not analysed yet
Νίκων Ζήνωνι χαίρειν. τῶν κριῶν τῶν δύο ὧν ἀπέλιπες εἰς στημόνια τὰ κώιδια αἰτεῖ Βία. γράψον οὖν ἡμῖν εἰ δεῖ δοθῆναι. ἔφη γὰρ χρείαν ἔχειν ἐρίων στημονίων καὶ διὰ τοῦτο καθυστερεῖν. ἐγὼ δὲ καὶ πρότερόν σοι ἐγεγράφειν περὶ τούτων. ἔρρωσο. ἔτους κθ, Φαρμοῦθι κε. Νίκων β κωιδίων, εἰ δεῖ Ζήνωνι. κωιδίων δοθῆναι Βίαι. ἔτους κθ, Δαισίου ια.