Ancient Greek
P.Mich. Zen. 21
Documentary Papyri, P.Mich. Zen. 1 21
Not analysed yet
Ἀπολλώνιος Ζήνωνι χαίρειν. καὶ ἐνδημοῦντι μ… ἐξαίφνης ἐγλείψει ἡμᾶς ὁ χόρτος τοῖς ἵπποις, καὶ νῦν δὲ χ… ἐπιστεῖλαί σοι περὶ τούτων. ἵνα οὖν μὴ συμβαίνηι τοῖς ἵπποις …τὰ δέοντα, καλῶς ἂν ποιήσαις φροντίσας τὴν ταχίστην …οὐδὲ γὰρ ἀγοράσαι ῥάιδιόν ἐστιν ἐν τῆι πόλει διὰ τὸ τὸν μὲν παλαιὸν …τὸν δὲ νέον σπάνιον γεγονέναι· εἰ δὲ μή, τοῦτʼ ἂν ἐποιοῦμεν …οὐδὲ μιᾶς ἡμέρας χόρτον ὄντα. ἐὰν οὖν μὴ ταχέως ἐπισκέψηι …νοχλεῖσθαι τοῖς ἵπποις. ἔρρωσο. …Ἀπολλώνιος Ζήνωνι. περὶ χόρτου τοῦ εἰς τοὺς ἵππους. ἔτους κθ, Δαισίου κη, ἐν Ἀρσινόηι τῆι Δίωνος.