Ancient Greek
P.Mich. Zen. 23
Documentary Papyri, P.Mich. Zen. 1 23
Not analysed yet
Ἀριστείδης Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι καὶ τὰ λοιπά σοί ἐστι πάντα κατὰ γνώμην, ἔχοιμι ἂν τοῖς θεοῖς πολλὴν χάριν· ἔρρωμαι δὲ καὶ αὐτός. συμβέβηκέν μοι ὑπὸ τῶν πολιτῶν προβεβλῆσθαί με σίτου ἐγδοχέα οὔπω ὄντι μοι τῶν ἐτῶν οὐδὲ γινομένης μοι τῆς λειτουργίας ταύτης, ἀλλὰ διὰ φθονερίαν τινές με προέβαλλον. ἀπεστάλκαμεν οὖν ἐγώ τε καὶ ὁ ἀδελφὸς Θηρωνίδης Δρόμωνα ὅπως ταῦτα δηλώσηι Ἀπολλωνίωι, ἵνα ἡμῖν βοηθήσηι καὶ ἀπολύσηι με τῆς ἐκδοχείας ταύτης. χαρίζοιο ἂν οὖν τόν τε Δρόμωνα προσαγαγὼν ἐν τάχει Ἀπολλωνίωι καὶ συνεπιλαβόμενος τοῦ ἐντυχεῖν αὐτὸν Ἀπολλωνίωι τὴν ταχίστην καὶ ἵνα ἀποστείληι αὐτὸν ἡμῖν ἐν τάχει πάντα οἰκονομησάμενος. γράφε δὲ καὶ σύ, ἐάν τινος χρείαν ἔχηις τῶν παρʼ ἡμῶν, ἵνα σοι πάντα ποιῶμεν. ἔρρωσο. Ἀριστείδης περὶ αὑτοῦ Ζήνωνι. σίτου ἐγδοχείας. ἔτους κθ, Πανήμου α, ἐν Ἀρσινόηι.