Ancient Greek
P.Mich. Zen. 29
Documentary Papyri, P.Mich. Zen. 1 29
Not analysed yet
Ζήνωνι χαίρειν Σενχώνς. ἐνέτυχόν σοι περὶ τῆς ὄνου μου ἣν ἔλαβεν Νικίας. εἴ μοι ἔγραψας περὶ αὐτῆς, ἀπέστειλα ἄν σοι αὐτήν. εἴ σοι δοκεῖ, σύνταξον ἀποδοῦναι αὐτήν, ἵνα τὰ σμήνη μεταγάγωμεν ἐπὶ τὰς νομάς, μή σοι παραπόλωνται μήτε σοὶ μήτε τῶι βασιλεῖ. καὶ ἐὰν ἐπιζητῆις τὸ πρᾶγμα, πεισθήσει ὅτι χρήσιμοί σοί ἐσμεν. καὶ τὸν δὲ πῶλον αὐτῆς ἀποστελῶ σοι αὐτόν. δέομαι οὖν σοι καὶ ἱκετεύω μή με παρελκύσης. γυνή εἰμι χήρα. εὐτύχει. ἔτους λ, Παχὼνς κ…. Σενχὼνς ὄνου.