Ancient Greek
P.Mich. Zen. 45
Documentary Papyri, P.Mich. Zen. 1 45
Not analysed yet
ὑπόμνημα Ζήνωνι. περὶ τῶν κηπουρῶν, συντάξαι Πτολεμαίωι ἐπισκέψασθαι ἐκ τῶν λόγων ὃ προσοφείλουσιν ἡμῖν ἀπὸ τοῦ λγ ἔτους ἢ καὶ ὃ Πανῶτι, ὅπως ἂν συνγράψωνται ἡμῖν καὶ ἀσφαλῶς ἡμῖν παραμένοντες τὰ ἔργα συντελῶσιν. ἐπειδὴ ὑμᾶς δεῖ τὰ ἔργα συντελοῦντας τὰ ἐν τῶι παραδείσωι ἀναλίσκειν, παρὰ τούτων τὰ βέβαια λαβεῖν. ὡς δ' ὰν κατεργασθῇ ὁ παράδεισος, καὶ καθαρῶ αὐτόν. Πετιμούθης μὲν καὶ οἱ υἱοὶ αὐτοῦ ἐργῶνται τὰ καθʼ αὑτούς, προσδώσω δὲ αὐτῶι ἐάν τινος ἔχηι χρείαν. περὶ Μενάνδρου καὶ Ἀγάθωνος, ἐργᾶται Στοτοῆτις, Νεχθοσῖρις, Διόδωρος πρὸς τοῖς δένδρεσιν καὶ ὑδραγωγοῖς. τούτοις δὲ ἀφοριοῦμεν ὅθεν δεήσει αὐτοῖς δίδοσθαι. τὸν ἐλαιῶνα Ὀννῶφρις τὸν ἐν τῶι παραδείσωι.