Ancient Greek
P.Mich. Zen. 48
Documentary Papyri, P.Mich. Zen. 1 48
Not analysed yet
Ἀπολλώνιος Ζήνωνι χαίρειν. χρείαν ἔχομεν ὥστʼ εἰς σίτευσιν ὀρνίθων υ καὶ τοκάδων ρ. καλῶς οὖν ποιήσεις ἀγοράσας ἡμῖν καὶ ἀποστείλας εἰς Πτολεμαίδα τὴν ἐπὶ τοῦ διστόμου πρὸς Διοσκουρίδην τὸν παρʼ ἡμῶν. ἔρρωσο. ἔτους λε, Πανήμου κη, Ἐπεὶφ λ. ἔτους λε, Μεσορὴ ζ. Ζήνωνι. Ἀπολλώνιος.