Ancient Greek
P.Mich. Zen. 58
Documentary Papyri, P.Mich. Zen. 1 58
Not analysed yet
Πύρρος Ζήνωνι Ἐφαρμόστωι χαίρειν. εἰ ἔρρωσθε, εὖ ἂν ἔχοι· ὑγιαίνομεν δὲ καὶ αὐτοί. γίνωσκε Ἐτέαρχον παραδεδωκότα με τῶι πράκτορι τοῦ Ἐφεὶπ ι, καὶ κεχειρογράφηκα ἐφʼ ὧι οἴσω παρὰ Ζήνωνος ἐπιστολὰς πρὸς Θεόφιλον καὶ Ἑρμάφιλον μὴ ὀφείλειν με σῖτον μήτε ἀργύριον . κατέστησα δὲ καὶ τὸν Ἐτέαρχον ἐπὶ Νικάνορα περὶ τούτων, καὶ ἔφη Ζήνωνα ἀδικεῖν αὐτὸν καὶ οὐκ αὐτόν. ὑφαίνεται δὲ καὶ τὸ ἱμάτιον ἄξιον ὑμῶν· πυνθάνεσθε δὲ καὶ Πύρρου. προστέθηκα δὲ καὶ παρʼ ἐμαυτοῦ ἐρίων μνᾶν α. γράψον οὖν ἐν τάχει περὶ τούτων. ἔρρωσο. ἔτους λη, Ἐφεὶπ λ. Ζήνωνι.