Ancient Greek
P.Mich. Zen. 67
Documentary Papyri, P.Mich. Zen. 1 67
Not analysed yet
ὑπόμνημα παρὰ Μηνοδώρου Ζήνωνι. ἔδει με τάξασθαι …Παῦνι ἕως Παχὼνς τοῦ ε ἔτους μηνῶν ιβ αἰγῶν ρκ ὁ φόρος ἀνὰ ἔριφον α δ γίνονται ἔριφοι ρν …χιμαίρας λ ἃς προσέλαβον ἐν τῶι δ ἔτει ἀφόρους καὶ παρὰ Ζάβδιτος ἀπὸ μηνὸς Φαμενὼθ ἕως Παῦνι μηνῶν δ αἶγας ξγ ἀφʼ ὧν ἔχει Ἐφάρμοστος αἶγας β λοιπαὶ ξα καὶ ἐρίφους ἔχω μγ καὶ τοῦ Μεχὶρ τῆι λ παρὰ Πύρρου αἶγας νε καὶ ἐρίφους ιζ χωρὶς τῶν ι ὧν παρελαβ… παρὰ Ἑρμίου αἶγας ϙ ἐρίφους ξ γίνονται αἶγες τνϛ ἀπὸ τούτων ἔχεις ἃς σὺ ἀπεξέδωκας τοῖς Ἄραψιν Ξενοκλεῖ ἀπὸ Ἐπεὶφ ρ καὶ τοῖς γ Ἄραψιν αἶγας ἄλλας ρμϛ γίνονται σμϛ λοιπαὶ ἃς ἐγὼ ἔχω αἶγας ρι ἀφʼ ὧν εἰσιν χίμαιραι λ καὶ ἐρίφων κεφάλαιον σο χωρὶς τῶν ι τῶν νηπίων τούτων ἔχει Ἰάσων ἐρίφους μ οὓς ἀπέδοτο τοῖς μεταβόλοις καὶ Νίκων οὓς παρέλαβεν παρὰ Ἀμμωνίας ρμθ καὶ ἐτελεύτησαν τῶν Ἑρμίου β Ζάβδιτος ε Πύρρου ε γίνονται ιβ ὧν τὰ δέρματα ἔλαβεν Δοξαῖος ἄλλους ἔχεις σὺ αὐτὸς ιβ Γλαυκίαι διʼ ἐπιστολῆς β ἄλλον Γλαυκίαι α καὶ ὁ υἱὸς Γλαυκίου ἔχει α καὶ ἄλλον ἔχει Σώστρατος α καὶ τοῦ Ἐπεὶφ ἔχεις λβ γίνονται σν λοιποὶ κ ἔτους ε μηνὸς Τῦβι. …