Ancient Greek
P.Mich. Zen. 74
Documentary Papyri, P.Mich. Zen. 1 74
Not analysed yet
Ἀντίπατρος Ζήνωνι χαίρειν. ἐνέτυχον Χαίρωνι περὶ τοῦ Χίου, καὶ ἕως μέν τινος ἔφη ζητήσειν, ὕστερον δέ μοι ἀπεκρίθη μὴ εὑρίσκειν, Αἰγύπτιον δὲ ἔφη ἡδὺν εὑρήσειν, ἢ τιμὴν ἡμᾶς ἠξίου λαβεῖν. περὶ μὲν οὖν τῆς τιμῆς ἀντεῖπα αὐτῶι, περὶ δὲ τοῦ Αἰγυπτίου κεραμίου γράψον ἡμῖν εἰ λάβωμεν. ἔρρωσο. Ζήνωνι.