Ancient Greek
P.Mich. Zen. 79
Documentary Papyri, P.Mich. Zen. 1 79
Not analysed yet
ὑπόμνημα Ζήνωνι παρʼ Ἀρτεμιδώρου τοῦ Θεοδώρου υἱοῦ. παρέθετο ὁ πατὴρ Πανθήρωι μύλους δύο ,οἳ καὶ ἐνεργοὶ ἦσαν· τοῦ δʼ οἰκήματος οὗ ἐφειστήκεσαν ἐτασσόμεθα τὸ ἐνοίκιον Πανθήρωι, ὡσαύτως δὲ καὶ Σεμφθῶι τῶι νῦν ἠγορακότι τὴν οἰκίαν. καθῃρηκότες οὖν τοὺς μύλους ὅ τε Πάνθηρος καὶ ὁ Σομφθοῦς, βουλομένου μου αὐτοὺς ἐξενεγκεῖν, οὐ προίενται. καλῶς οὖν ποιήσεις ἐπαναγκάσας αὐτοὺς ἀποδοῦναι. διὰ γὰρ τὸ τὸν πατέρα ἀποδημεῖν ἡμῶν καταπεφρονήκασιν.