Ancient Greek
P.Michael 10
Documentary Papyri, P.Michael 10
Not analysed yet
Πιχαῦς Μυιῶτος πρεσβύτερος …τοῦ α ἔτους Θέωνι Λεωνίδου χαίρειν· ἀπέχω παρά σου ὑπὲρ λοιπογραφίας χωματικοῦ τοῦ πρώτου ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ ἀργυρίου δραχμὰς δύο τριώβολον γίνονται ἀργυρίου δραχμαὶ β τριώβολον. ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Χοιὰκ ιϛ. Ὡρίων Ἱέρακος ἔγραψα ὑπὲρ αὐτοῦ διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα.