Ancient Greek
P.Michael 20
Documentary Papyri, P.Michael 20
Not analysed yet
…ἐπέστειλα τοῖς ἀδελφοῖς μου Βωριανῷ καὶ Ἑρμογένει πρὸς τὸ ἐκτενῶς αὐτοῖς ὑπάρχειν τὰ τῆς εὐθενείας. εὖ δὲ ἴσθι ὡς, εἰ ἐνδεῶς περὶ τοῦτο ἀναστραφείης, ἐν κινδύνῳ οὐ τῷ τυχόντι ἔσει. ἐρρῶσθαί σε εὔχομαι. ἔτος β τοῦ κυρίου ἡμῶν Μάρκου Αὐρηλίου Πρόβου Σεβαστοῦ Παῦν τρίτῃ εἰκάτῃ.