Ancient Greek
P.Michael 26
Documentary Papyri, P.Michael 26
Not analysed yet
……οὔκουν οἶδας, κύριε ἄδελφε, παραπραχθῆναι ἡμᾶς ἢ τοὺς ἡμῶν ἐνοχλεῖσθαι; οὔκ ἐστιν εὔλογον. ἀξιωθεὶς οὖν κέλευσον αὐτοὺς μὴ ὀχλεῖσθαι ἡμῶν πεπληρωκότων· εἰ δὲ βουληθείης καὶ ταῖς προτέραις ἀποχαῖς ἐντυχεῖν, ὑποδείξει σοι ὁ ἀδελφὸς Σκύβαλος. κέλευε δὲ ἐμοὶ ἐν οἷς βούλει καὶ γνώσει ὅτι καὶ χάριν λαμβάνω. ἐρρῶσθαί σε, κύριέ μου ἄδελφε, πολλοῖς χρόνοις εὔχομαι …ῳ Λαμπάδιος