Ancient Greek
P.Michael 33
Documentary Papyri, P.Michael 33
Not analysed yet
Φλαούιος Πτολεμῖνος Εὐλογίου πολιτευομένου Ὀξυρυγχίτου Αὐρηλίῳ Μαρτυρίῳ βοηθῷ ἐξάκτορος τῆς αὐτῆς πόλεως· σωμάτισον τῷ ὀνόματι τῆς ἡμετέρας θυγατρὸς Σαραπιάδος διὰ τοῦ ἀνδρὸς αὐτῆς Ἀμμωνίωνος, ἀπὸ τοῦ ἡμετέρου ὑποστήματος ἀπὸ τῆς εὐτυχοῦς ἑνδεκάτης ἰνδικτίωνος ἐν …ε…ελιοις Γεσσαίου ὀνόματος τοῦ ἡμετέρου πατρὸς Εὐλογίου βασιλικῆς γῆς ἀρτάβαι α 𐅵ἰδικῆς ἀρταβαι κϛ δ, καὶ ἀπὸ ὀνόματος τῆς ἐμῆς γαμετῆς Κυρίας θυγατρὸς Βαρβατίου ἐν τῷ αὐτῷ Γεσσαίου ἰδικῆς ἀρταβαι λ δ η, γίνονται ὁμοῦ τοῦ ὀνόματος βασιλικῆς γῆς ἀρτάβαι α 𐅵ἰδικῆς ἀρτάβαι νϛ 𐅵η, αὐτοῦ τελοῦντος τὰ ὑπὲρ αὐτῶν δημόσια τελέσματα ἀπὸ τῆς αὐτῆς ια ἰνδικτίονος. Φλαούιος Πτολεμῖνος πολιτευόμενος ἐπιδέδωκα, καὶ συμφωνεῖ μοι τὰ ἐγγεγραμμένα ὡς πρόκειται. ἐπὶ τῆς εὐτυχοῦς ἑνδεκάτης ἰνδικτίωνος.