Ancient Greek
40.72 to 40.81
Documentary Papyri, P.Michael 40.72-81
Not analysed yet
μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τοῦ χρυσίου ἐν νομισματίοις δεκα τῆς τιμῆς. Αὐρήλιος Ὀννῶφρις Θωμᾶς μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τοῦ θεμένου· μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τοῦ χρυσίου τῶν δέκα νομισμάτων τῆς τιμῆς. Φλαούιος Πνέις Ἰωσηφίου μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τοῦ Θεμένοῦ· μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τοῦ χρυσίου τῶν δέκα νομισμάτων τῆς τιμῆς. Αὐρήλιος Ἰωάννης Βίκτορος μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τοῦ θεμένου· μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τῶν δέκα νομισμάτων τῆς τιμῆς. Αὐρήλιος Προμαυὼς Ἑρμαυῶτος μαρτυρῶ τῇ πράσει καὶ τῇ καταβολῇ τοῦ χρυσίου τῶν δέκα νομισμάτων τῆς τιμῆς ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Πιλάτου νομικοῦ ἐγράφη