Ancient Greek
45.1 to 45.39
Documentary Papyri, P.Michael 45.1-39
Not analysed yet
ὑπατείας Φλαουίου Ἰουστίνου τοῦ ὑπερφυεστάτου, Μεσορὴ …,τετάρτης ἰνδικτίονος. Ἀὐρήλιοι Βίκτωρ ἐκ πατρὸς Φοιβάμμωνος μητρὸς …καὶ Κολλοῦθος γνήσιος αὐτοῦ ἀδελφὸς ἐκ τῶν αὐτῶν γονέων, ἀμφότεροι ποιμένες καὶ …ες, ὑπογράφοντες ἰδίᾳ χειρί, ὁρμώμενοι ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, Αὐρηλίῳ Φοιβάμμωνι υἱῷ Τριαδέλφου ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης χαίρειν. βεβαίων καὶ κυρίων οὐσῶν τῶν γεγενημένων σοι παρʼ ἡμῶν ὠνηνικῶν πράσεων καὶ ὑποθηκῶν ὑπὲρ φανερῶν βοσκημάτων ἁπανταχοῦ ἐπιφερουμένων διὰ παντὸς κατὰ τὰς ἐγκειμένας πάσας διαστολὰς πρὸς τὴν δύναμιν ἑκάστου ὠν… …ρ…ίου· καὶ νῦν ὁμολογοῦμεν σήμερον …ἀσφαλείας πράσεως ἑκουσίᾳ γνώμῃ αὐθαιρέτῳ καὶ ἀμετατρέπτῳ καὶ ὀρθῇ διανοίᾳ, ἐπομνύμενοι τὸν θεῖον καὶ σεβάσμιον ὅρκον καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ δεσπότου ἡμῶν Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου αὐτοκράτορος πεπρακέναι ἡμεῖς οἱ προγεγραμμένοι Βίκτωρ καὶ Κολλοῦθος γνήσιος ἀδελφὸς ποιμένες σοὶ τῷ προγεγραμμένῳ Φοιβάμμωνι καὶ καταγεγραφέναι καὶ παρακεχωρηκέναι σοι ἀπὸ τοῦ μηνὸς Θὼθ καὶ ἑξῆς ἅπαντα καὶ διηνεκῆ χρόνον πληρεστάτῳ δεσποτικῷ δικαίῳ τὰ ὑπάρχοντα ἡμῖν βοσκήματα ἤτοι κατανομὴν τοῦ γεωργίου Βίκτορος καλουμένου Βησέλικος ἀνήκοντα τῇ ἡμῶν δεκανείᾳ παρελθόντα εἰς ἡμᾶς ἀπὸ δικαίας διαδοχῆς τοῦ ἡμῶν πατρὸς ἀκολούθως …κ… ἡμῶν συμμετόχων μερισμῷ, σὺν παντὶ τῷ ἐνόντι ……πρὸς τὰ παλαιὰ καὶ ἀρχαῖα ὅρια …πο…κατὰ μηδὲν ἡμῖν …ἐν αὐτῷ ὑπολείπει σ…ι…ο…δει… καταλείψαντος …ι δηλαδὴ …βοσκήματα ἐκ βορρᾶ τὰ ἕτερα ἰδιοτικά σου βοσκήματα ……ι· ὧν γείτονες τοῦ προκειμένου γεωργίου, λέγω δη Βησελικ, τὰ πραθέντα σοι παρʼ ἡμῶν ἐν αὐτῷ βοσκήματα ἐπὶ παντὸς …ἐκ τετραγώνου διὰ τοῦ παντὸς …αφους δηλούμενοι· νότου, ἐν μὲν τῷ λιβικῷ ἀνέμῳ γῄδια τοῦ σοῦ κτήματος, ἐν δὲ τῷ ἀπηλιωτικῷ ἀνέμῳ …ἐπόκου Ἄμα Μαρίας· ἀπηλιώτου γῄδια τοῦ κτήματος π… β…τκ· το καὶ πραθέντος σοι παρʼ ἡμῶν ε…τα βοσκήματα …πράσει τῇ καὶ προβεβαίᾳ μενούσῃ ἁπανταχοῦ· βορρᾶ γῄδια τοῦ γεωργίου κληρονόμων Χαρισίου Ἑρμαυῶτος πρωτοκωμήτου· λιβὸς γῄδια …ἐλαιουργοῦ, ἢ οἳ ἐὰν ὦσι οἱ γείτονες πάντῃ παντόθεν· ὑπὲρ τιμῆς τῆς πρὸς ἀλλήλους συνπεφωνημένης, καθὼς ἡμεῖς οἱ ἀποδόμενοι Βίκτωρ καὶ Κολλοῦθος γνήσιος ἀδελφὸς ὑπηγορεύσαμεν χρυσοῦ δεσποτικοῦ εὔσταθμα νομισμάτια τρία ἕκαστον παρὰ κεράτια δύο, γίνεται χρυσοῦ νομισμάτια γ παρὰ κεράτια ϛ τῷ χρυσοχοικῷ σταθμῷ, ἅπερ ταῦτα τὰ τῆς τιμῆς χρύσινα ἀπειλήφαμεν ἡμεῖς οἱ ἀποδόμενοι Βίκτωρ καὶ Κολλοῦθος γνήσιος ἀδελφὸς παρά σου τοῦ ὠνουμένου Φοιβάμμωνος ἀπὸ χειρός σου εἰς χεῖρας