Ancient Greek
P.Michael 57 Ro descr.
Documentary Papyri, P.Michael 57r
Not analysed yet
……μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τῶν θεμένων, μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τοῦ χρυσίου τοῦ ἑνὸς νομίσματος τῆς τιμῆς. Αὐρήλιος Παῦλος Τριαδέλφου μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τῶν θεμένων, μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τοῦ χρυσίου τοῦ ἑνὸς νομίσματος τῆς τιμῆς. …Βίκτορος παρόντος καὶ σὺν Ἀνουβᾶτος ἀνδρὸς αὐτῆς …ἑκόντες καὶ πεπεισμένοι ἐθέμεθα ταύτην τὴν πρᾶσιν καὶ ἀπέσχομεν τὸ χρυσίον τῆς τιμῆς τοῦ ἑνὸς νομίσματος παρὰ κεράτια δύο ,καὶ στοιχεῖ ἡμῖν πάντα τὰ ἐγγεγραμμένα. …ιου ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων.