Ancient Greek
P.Mil. 1 9
Documentary Papyri, P.Mil. 1 9
Not analysed yet
ἔτους μγ Καίσαρος Χοίακ κε διέγραψεν Ἁρθώτης Μαρρείους Ἡρακλᾷ τῶι παρὰ Γαίου Ἰουλίου Ἀλεξάνδρου υἱοῦ Ψω ἀργυρίου δραχμὰς δ καταλαμβάνοντι ὑπὲρ συνταξίμου τοῦ αὐτοῦ ἔτους Θεαδελφείας ἀργυρίου τέσσαρες, γίνονται δραχμαὶ δ καὶ τῇ κη τοῦ Τῦβι τέσσαρες, γίνονται δραχμαὶ δ, καὶ τῆι λ τοῦ Μεχεὶρ τέσσαρες, γίνονται δραχμαὶ δ καὶ τῆι ιδ τοῦ Φαρμοῦθι ὁκτώ, γίνονται δραχμαὶ η καὶ τῇ κϛ τέσσαρες γίνονται δραχμαὶ δ καὶ τῇ λ τέσσαρες, γίνονται δραχμαὶ δ καὶ τῇ λ τοῦ Παχὼν τέσσαρες, γίνονται δραχμαὶ δ καὶ τῇ ιϛ τοῦ Παῦνι δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η καὶ τῇ κβ τέσσαρες ἡμιωβέλιον χαλκοῦς, γίνονται δραχμαὶ δ ἡμιωβέλιον χαλκοῦς