Ancient Greek
P.Mil. 1.2 36
Documentary Papyri, P.Mil. 2 36
Not analysed yet
βιβλιοφύλαξι ἐγκτήσεων Ἑρμοπολίτου παρὰ Ὥρου τοῦ Ἁρπαήσιος μητρὸς Ταφίβιος τῶν ἀπὸ Ἀλαβάστρων πόλεως τῆς Ἀραβίας κάτω. ἀπογράφομαι κατὰ τὰ κελευσθέντα ὑπὸ τοῦ κρατίστου ἡγεμόνος Ῥαμμίου Μαρτιάλις εἰς τὸ ἐνεστὸς β ἔτος Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ὃ ἠγόρασα κατὰ δημόσιον χρηματισμὸν ἐπὶ τοῦ ιϛ ἔτους θεοῦ Τραιανοῦ παρὰ Ἀράθου τοῦ Ἐπιμάχου καὶ …ηπαίτος Πουώριος καὶ Ψενμούιτος Παληοῦτος τῆς αὐτῆς Ἀλαβάστρων δ μέρος οἰκίας καὶ αὐλῆς ἐν τῆι αὐτῇ Ἀλαβάστρων, καὶ ἀπὸ κληρονομίας τοῦ πατρός μου η μέρος ἑτέρας οἰκίας καὶ 𐅵μέρος ἑτέρας οἰκίας καὶ η μέρος ἑτέρας οἰκίας, πάντων ὄντων ἐν τῆι αὐτῇ Ἀλαβάστρων, καὶ ὀμνύω τὴν Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ τύχην οὕτως ἔχειν καὶ μηδὲν διεψεῦσθαι, ἢ ἔνοχος εἴην τῶι ὄρκωι. ἔτους β Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ …χ…