Ancient Greek
P.Mil. 1.2 76
Documentary Papyri, P.Mil. 2 76
Not analysed yet
Πρ… Πρείσκῳ τῷ πατρὶ χαίρειν. πρὸ τῶν ὅλων εὔχομαί σε ὑγιαίνειν. καλῶς ποιήσεις εἰ πέμψεις μοι ἄρτους καὶ τὸ λινοῦν χιτώνιον καὶ καλάμους ἄσπασαι καὶ τὴν μητέρα καὶ τὸν ἀδελφὸν Θέωνα καὶ Θερμοῦθιν τὴν μικρὰν καὶ τὸν ἀδελφὸν Δημᾶν καὶ τὴν ἀδελφὴν Πτολλοῦν καὶ Πτολλᾶν καὶ Πτολλᾶν τὸν μικρὸν καὶ Ἀτρῆν. ἔρρωσο πάτερ τιμιώτατε Φαῶφι λ ἔχεις δὲ τοὺς καλάμους ἐν τῷ γλωσσοκόμῳ σου ἀσπάζεταί σε ἡ ἀδελφὴ καὶ …Π… Πρείσκωι