Ancient Greek
P.Mil. 1.2 80
Documentary Papyri, P.Mil. 2 80
Not analysed yet
Νεικάνωρ Νεμ…ερτῃ τῇ ἀδελφῇ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημα σοῦ ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ Σαράπιδι μετὰ τῶν ἀβασκάντων ἡμῶν παιδίων καὶ τῶν φιλούντων ἡμᾶς. γινώσκειν σε θέλω ὅτι ἔγραψά σοι διὰ Πασίωνος τοῦ ἀδελφοῦ Διοσκωρᾶτος ὅτι τι θέλεις πράξω καὶ οὐδέν μοι ἀντέγραψας· ἐν τάχει γράψον μοι. εὕρηκα γὰρ τὸν δυνάμενόν μοι δοῦναι …λκον τοῦ κουωσ…ς …ανας… ἐπὶ ὑποθήκῃ ἀναλαβών ἄσπασαι πάντας καθʼ ὄνομα