Ancient Greek
p.mil.congr.xiv pg17
Documentary Papyri, p.mil.congr.xiv pg pg17
Not analysed yet
…ἀντίγραφον Ἀμμωνίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος καὶ Ἁρποκρατίωνι τῷ καὶ Ἱέρακι βασιλικῷ γραμματεῖ τῆς αὐτῆς μερίδος καὶ Ἥρωνι καὶ Μύσθῃ γραμματεῦσι πόλεως παρὰ …α…α τοῦ Διδύμου ἀπογεγραμμένου διʼ ἑτέρου ὑπομνήματος. ὑπάρχει μοι ἐπʼ ἀμφόδου Γυμνασίου γ μέρος οἰκίας ἐν ᾧ ἀπογράφομαι τὸν ὑπογεγραμμένον ἔνοικον εἰς τὴν τοῦ διεληλυθότος κη ἔτους κατʼ οἰκίαν ἀπογραφὴν ἐπʼ ἀμφόδου Διονυσίου τόπων ἐφʼ οὗ καὶ τῇ τοῦ ιδ ἔτους ἀπογραφῇ ἀπεγραψάμην. καὶ ἔστιν Σύρος Πασίωνος τοῦ …ου μητρὸς Φιλοῦτος λαογραφούμενος γεωργὸς ἐτῶν λγ. διὸ ἐπιδίδωμι. ἔτους κθ Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεσορὴ ἐπαγομένων ε. ἀντίγραφον ὑπογραφῶν. κατεχωρίσθη στρατηγῷ τῇ αὐτῇ ἡμέρᾳ. κατεχωρίσθη βασιλικῷ γραμματεῖ τῇ αὐτῇ. κατεχωρίσθη γραμματεῦσι πόλεως τῇ αὐτῇ …