Ancient Greek
p.mil.congr.xiv pg22
Documentary Papyri, p.mil.congr.xiv pg pg22
Not analysed yet
Διογᾷ κεκοσμητευκότι …ρ…κλ…ισε…τῶι πρὸς τῆι ἐπικρίσει τινῶν ἀμφόδων μητροπόλεως παρὰ Εὐδαιμονίδος τῆς Διονυσίου τοῦ καὶ Ζωίλου μητρὸς Θαήσιος μετὰ κυρίου τοῦ υἱοῦ Ὡρίωνος ἀμφοτέρων τῶν ἀπὸ τῆς μητροπόλεως ἀναγραφομένων ἐπʼ ἀμφόδου Ἀπολλωνίου Ἱερακείου. τοῦ γεγονότος μοι ἐκ τοῦ γενομένου μου καὶ τετελευτηκότος ἀνδρὸς Χαιρήμονος τοῦ Ὡρίωνος τοῦ Χαιρήμονος μητρὸς Ἡρακλοῦτος τῆς Ἑρμίου υἱοῦ, τοῦ δὲ καὶ τοῦ ἑτέρου μου ἐκ Χαιρήμονος υἱοῦ Ὡρίωνος ἀδελφοῦ Διονυσίου προσβεβηκότος εἰς ιγ ἔτη τῶι ἐνεστῶτι α ἔτει Αὐτοκράτορος Νέρουα Καίσαρος Σεβαστοῦ, α ἔτους ιγ ἀσήμου, ὀφείλοντος ἐπικριθῆναι κατὰ τὰ κελευσθέντα, ὑπέταξα τὰ ἀμφοτέρων ἐμοῦ τε καὶ τοῦ πατρὸς αὐτῶν Χαιρήμονος δίκαια. τῇ μὲν οὖν τοῦ η ἔτους Νέρωνος κατʼ οἰκίαν ἀπογραφῇ ἀπεγραψάμεθα ἀμφότεροι ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου …ωτ …οικια …ὁ Ὡρίων τοῦ Χαιρήμονος ἀπεγράφη ὁ τοῦ Διονυσίου καὶ τοῦ Ὡρίωνος πάππος …τῇ δὲ τοῦ η ἔτους θεοῦ Οὐεσπασιανοῦ κατʼ οἰκίαν ἀπογραφῆι τῇ κελευσθίσῃ ὑπὸ …επτ…νου …τοῦ κυρίου ἡγεμονεύσαντος ἡμεῖς ἀμφότεροι ἀπεγραψάμεθα ἐν ἰδίᾳ ……επιδο… δίκαια ἐπʼ ἀμφόδου Συριακῆς …ας, συναπογραψάμενοι τόν τε προγεγραμμένον ἀμφοτέρων υἱὸν Ὡρίωνα καὶ ἀμφοτέρων θυγατέρας Ἡρακλοῦν καὶ Ἡραιδοῦν, τῇ δὲ τοῦ θ ἔτους Δομιτιανοῦ κατʼ οἰκίαν ἀπογραφῇ ἀπεγραψάμην ἐγὼ ἡ Εὐδαιμονὶς σὺν τῶι προγεγραμμένῳ μου υἱῶι Ὡρίωνι καὶ μιᾷ τῶν θυγατέρων Ἡρακλοῦτι, συναπογραψαμένη καὶ τὸν ἐπικρινόμενόν μου υἱὸν Διονύσιον ἀφήλικα, τοῦ τε Ὡρίωνος καὶ Διονυσίου πατρὸς ἤδη τετελευτηκότος, ὁ δὲ ἐπικρινόμενός μου υἱὸς Διονύσιος …ουρ…ισι ἐν γραφῇ ἀφηλίκων ὑπὸ τοῦ ἀμφοτέρων πατρὸς Χαιρήμονος τῷ …ἔτει Δομιτιανοῦ …μηνὶ Φαῶφι …τὸν προγεγραμμένον αὐτῶν πατέρα Χαιρήμονα …τετελευτηκότων γραφῆς τῶι θ ἔτει Δομιτιανοῦ μηνὶ Τῦβι καὶ ὁ προγεγραμμένος μου υἱὸς Ὡρίων ἐπικεκριμένος ὑπὸ σοῦ τῷ ι ἔτει Δομιτιανοῦ ……Αὐτοκράτορος …