Ancient Greek
p.mil.congr.xiv pg74
Documentary Papyri, p.mil.congr.xiv pg pg74
Not analysed yet
…των αυ… …περὶ κώμην ……κλήρου ἀρούρας …ἐν αἷς ἐστιν τροχὸς καὶ φρέαρ ……πέντε καὶ …ὥστε τοὺς μεμισθωμένους σπεῖραι καὶ ξυλαμῆσαι κατʼ ἔτος τὸ μὲν ἥμισυ μέρος τὸ δὲ ἕτερον ἥμισυ μέρος οἷς ἐὰν αἱρῶνται γένεσιν χωρὶς ἰσάτεως καὶ ὀχομενίου, φόρου κατʼ ἔτος τῶν ὅλων ἀρουρῶν καὶ οἰκίας πυροῦ ἀρταβῶν τεσσεράκοντα ἀργυρίου δραχμῶν ἐννακοσίων τριάκοντα δύο · ἀκίνδυνος ὁ φόρος κατʼ ἔτος παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄντων κατʼ ἔτος πρὸς τοὺς μεμισθωκότας· βεβαιουμένης δὲ τῆς μισθώσεως ἀποδώσομεν τὸν ἀργυρικὸν φόρον κατʼ ἔτος μησὶν Ἐπεὶφ Μεσορή, τὸν δὲ πυρὸν μετρήσομεν εἰς δημόσιον καὶ θέμα καθαρὸν ἀναδώσομεν ὑπὸ τὴν πρώτην μέτρησιν τῷ Ἐπεὶφ μηνί· ἐὰν δέ τις τῷ ἑξῆς ἔτει ἄβροχος γένηται παραδεχθήσεται τοῖς μεμισθωμένοις ἐπὶ τῷ τοὺς μεμισθωκότας ἀναβαλεῖν ἡμῖν κατʼ ἔτος ἐξηρτισμένην πάσῃ ξυλικῇ καὶ σιδηρᾷ καταρτίᾳ χωρὶς ἐνοικίου. ἐὰν δέ τι τῶν τῆς μηχανῆς κατεαγῇ ἢ παλαιωθῇ τὸ ἴσον δώσουσι οἱ γεοῦχοι καὶ ἡ πρᾶξις αὐτοῖς ἔστω ἔκ τε τῶν μεμισθωμένων καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων. κυρία ἡ μίσθωσις. ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου. Φαῶφι …