Ancient Greek
p.mil.congr.xiv pg78
Documentary Papyri, p.mil.congr.xiv pg pg78
Not analysed yet
ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ Φαῶφι ι ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Πανε… Πετοσίριος τοῦ Ἀρτεμ… μητρὸς …νιδος τῆς Διδύμου, τῶν ἀπὸ κώμης Σενεκελεὺ τῆς πρὸς λίβα τοπαρχίας, Πέρσης τῆς ἐπιγονῆς, Θέωνι Ναρκίσσου τοῦ Ναρκίσσου μητρὸς Ταυσοράπιος τῆς Ἀρειώνιος, τῶν ἀπʼ Ὀξυρύγχων πόλεως, ἐν ἀγυιᾷ, ἐπάναγκον τὸν ὁμολογοῦντα ἀποδώσιν τῷ Θέωνι τῇ τριακάδι τοῦ Ἐπεὶφ τοῦ ἐνεστῶτος τετάρτου ἔτους τὰς ὀφειλομένας ὑπʼ αὐτοῦ τῷ αὐτῷ Θέωνι κατὰ χειρόγραφον γενόμενον διὰ χειρὸς τῷ μηνὶ Θὼθ Σεβαστῷ τοῦ ἑβδόμου ἔτους θεοῦ Κλαυδίου Σεβαστοῦ τὸ καὶ δεδημοσιωμένον …