Ancient Greek
p.mil.congr.xviii pg10
Documentary Papyri, p.mil.congr.xviii pg pg10
Not analysed yet
Πτολεμαίωι Πύρρου τῶν πρώτων φίλων καὶ στρατηγῶι παρʼ Ἁρχύψιος καὶ Αρκα…ου…σο… καὶ τῶν μετόχων τῶν ἐξ Ὀξυρύγχων τῆς Πολέμωνος μερίδος ἱερέων Ἡρακλέους θεοῦ μεγίστου. παρενοχλούμενοι παρὰ τὸ καθῆκον ὑπὸ τῶν ἐκλαμβανόντων τὴν ζυτηρὰν τῆς αὐτῆς κώμης καὶ ἑτέρων …ων, διʼ ἣν αἰτίαν καθʼ ὃν χρόνον ὁ βασιλεὺς καὶ ἡ βασίλισσα παρεγενήθησαν εἰς τὸν νομὸν ἐπεδώκαμεν ἔντευξιν περί τε τοῦ εἴδους τούτου καὶ ἑτέρων, εἰσλογισάμενοι τὰ πεφιλανθρωπημένα τοῖς ἱεροῖς ὑπʼ αὐτῶν καὶ τῶν προγόνων, ἣν καὶ παρεπιγραφῆναι Σαραπίωνι τῶι γενομένωι στρατηγῶι καὶ κατʼ ἐκεῖνον μὲν τὸν καιρὸν ἀπαρενόχλητοι ἐγενήθημεν μέχρι τοῦ νῦν καὶ τὴν μὲν ἔντευξιν μηκέτι ἀποδοθῆναι τῶι Σαραπίωνι. νυνὶ οὖν Ὀννῶφρις ὁ ζυτο… ἐπέριφεν ἡμῖν ζύτους κεράμια ι οὐ καθηκόντως ὑπολαμβάνων δυνήσεσθαι διασεῖσαι ἡμᾶς. ἀξιοῦμεν ἐπεὶ καὶ οἱ βασιλεῖς προστετάχασι μὴ παρενοχλεῖν ἡμᾶς, ἐὰν φαίνηται, συντάξαι γράψαι Ἀπολλοδώρωι τῶι ἐπιστάτει μηδενὶ ἐπιτρέπειν παρενοχλεῖν ἡμᾶς. τούτου δὲ γενομένου τευξόμεθα βοηθείας. εὐτύχει.