Ancient Greek
p.mil.congr.xviii pg24dupl
Documentary Papyri, p.mil.congr.xviii pg pg24dupl
Not analysed yet
Παγκράτει ἀρχισωματοφύλακι καὶ πρὸς τῆι συντάξει παρὰ Πτολεμαίου Μακεδόνος ὀγδοηκονταρούρου τοῦ προεστηκότος τοῦ Μενοίτου τοῦ Ὀλυμπιοδώρου ὀρφανοῦ ἑκατονταρούρου κλήρου περὶ Ὀξύρυγχα τῆς Πολέμωνος μερίδος. ἐπὶ τῶν κατʼ ἀγρὸν μερισμῶν τῆς ἐπιγραφῆς ἐστάθη ὑπὸ τῶν ἀνδρῶν τοὺς σπείροντας ἕως ἀρουρῶν ν πράσσεσθαι ἐξ ὁλοσπύρου, τοὺς δʼ ἐπὶ τοσοῦτον κατὰ λόγον τῆς σπαρησομένης. ἐν δὲ τῶι διασαφουμένωι κλήρωι μὴ ἐσπαρμένων πλὴν ἀρουρῶν λ ὧν γένημα ἀρτάβαι ϙ ἐξ ὧν καθήκει τάσσεσθαι εἰς τὴν ἐπιγραφὴν τοῦ κθ ἔτους ἀρτάβας ιε ἀνθʼ ὧν παρὰ λόγον οἱ γραμματεῖς παραγεγράφασιν παρὰ τὰ ἑσταμένα ἐξ ὁλοσπύρου ἀρτάβας ν, ὧι πλεῖον ἀρτάβαι λε, ἃς δέον ἐστιν καταχωρισθῆναι, εἰς τὴν τοῦ κη ἔτους παραγραφομένην ἀνιππίαν καὶ στεφάνου βασιλέως ιη γίνονται ξη καὶ εἰς τὰ γραμματικὰ ιη γίνονται πϛ καὶ τὰς λοιπὰς ἀρτάβας δ εἰς τὸ φόρετρον καὶ χειριστικὸν καὶ τʼ ἄλλα ὥστε πάσας γεγράφθαι τὰς συνηγμένας ἀρτάβας ϙ καὶ καθόλου μηθὲν περιλειφθῆναι. διὸ ἀξιῶ σε, ἐπεὶ οὐδὲν συνῆκται ἐν τῶι ἔτει διὰ τοῦ τὸν κλῆρον σπαρῆναι, σύνταξαι γράψαι Κοινῶι τῷ λογευτῆι, ἀπομετρήσαντα τὰς πϛ ἀρτάβας τῶν πυρῶν καθότι πρόκιται, τὰ λοιπὰ ἐπέχειν ἐπὶ τὰ νέα αὐτὸν τὸν χ… χρῆναι. τούτου γὰρ γενομένου …ἔσται καὶ διὰ σὲ τεύξομαι τοῦ δικαίου …