Ancient Greek
p.mil.congr.xviii pg33
Documentary Papyri, p.mil.congr.xviii pg pg33
Not analysed yet
…αὐτῶν γεωργῶν τάξιν ἔχων κωμογραμματέως ἐν τοῖς πεδιακοῖς …προειν… μοι μαρτυρίαν διὰ Του …θους μονογράφου μήτʼ ἐπιβεβηκ… …περὶ τοῦ μη…εβιασθαι μήτε η…αι μήτʼ ἐγβεβληκέναι καιμεν…α μ…ειη καθησ…γρα Παγκράτει τῶι ἀρχισωματοφύλακι καὶ πρὸς τῆι συντάξει. τῆι κδ τοῦ Τῦβι τοῦ λα ἔτους πε… αὐτῶν διὰ συναλλαγματογράφου Μαρρείους υφη…ι ὑπογράψαι Μεγχῆν τὸν νυνὶ μετειληφότα τὴν κωμογραμματείαν συνευδοκεῖν· ἐπεὶ οὖν τὰ κατʼ ἐμὲ προσδεῖται τῆς σῆς μισοπονηρίας καὶ ἀντιλήμψεως ἀξιῶ σε ἐμβλέψαντα εἴς τε ταῦτα καὶ ὃν τρόπον κατεφθάρην ὑπʼ ἀνθρώπου ἀγνώμονος κεναῖς καταγραφαῖς περισπώμενος παρὰ τὰ προστεταγμένα περὶ τῶν ἐκ τῆς κατοικίας καὶ τοὺς ἄλλους χρηματισμοὺς ἐπιστάτει ἱππέων τὰ κατʼ ἐμὲ διεξάγειν· τούτου γὰρ γενομένου διὰ σὲ τεύξομαι ἀντιλήμψεως . εὐτύχει.