Ancient Greek
p.mil.congr.xviii pg47
Documentary Papyri, p.mil.congr.xviii pg pg47
Not analysed yet
ὀκτακοσίαις καὶ ἐξαιρέτων ἐλαίας ἐκλεκτῆς μελαίνης ἀρταβῶν δύο μέτρωι δρόμωι ἰδίωι τῶι τοῦ Μάρκου Ἀντωνίου Ἄπρου καὶ ἐλαίου ἐλαείνου καθαροῦ ἀδόλου χοέων ἓξ μέτρωι Βερρίου ἀκίνδυνα παντὸς κινδύνου καὶ ἀνυπόλογα παντὸς ὑπολόγου, τὸν δὲ φόρον ἀποδώσω ἐν ἀναφοραῖς ἰσομερέσι τρισὶ μηνὶ Μεχεὶρ καὶ μηνὶ Γερμανικείωι καὶ μηνὶ Καισαρείωι κατʼ ἀναφορὰν τὸ αἱροῦν ἐξ ἴσου Σαβειν… τῆς πράξεως οὔσης σοι ἐκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης ἐὰν φαίνηται μισθῶσαι ἐπὶ τοῖς προκιμένοις. ἔτους …Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ Ἁθὺρ θ …ς Δαμε…θιονος Πέρσης τῆς ἐπιγονῆς ἐπιδέδωκα τὸ προκίμενον ἀναφόριον ἐπ…υ …δραχμαῖς ὀκτακοσίαις καὶ ἐξαιρέτων ἐλαίας μελαίνης ἀρταβῶν δύο καὶ ἐλαίου ἐλαίνου χοέων ἓξ καθὼς πρόκιται.