Ancient Greek
P.Mil. Vogl. 1 11
Documentary Papyri, P.Mil. Vogl. 1 11
Not analysed yet
Θέων Ἡρακλείδηι ἑταίρωι εὖ πράττειν. ὥσπερ ἐγὼ πᾶσαν εἰσφέρομαι σπουδὴν τὰ χρήσιμα κατασκευάζειν βυβλία καὶ μάλιστα συντείνοντα πρὸς τὸν βίον, οὕτως καὶ σοὶ καθήκειν ἡγοῦμαι μὴ ἀμελῶς ἔχειν αὐτῶν πρὸς τὴν ἀνάγνωσιν, οὐ τῆς τυχούσης εὐχρηστίας ἐξ αὐτῶν περιγενομένης τοῖς ἐσπουδακόσιν ὠφελεῖσθαι. τὰ δὲ πεμφθέντα ἐστὶν δι’ Ἀχιλλᾶ τὰ ὑποτεταγμένα. ἔρρωσο, ἐρρώμην δὲ καὶ αὐτός. ἄσπασαι δ’ οὓς προσήκει. ἐγράφη ἐν Ἀλεξανδρείαι Βοήθου περὶ ἀσκησέως γ δ Διογένους περὶ γάμου Διογένους περὶ ἀλυπίας Χρυσίππου περὶ γονέων χρήσεως Ἀντιπάτρου περὶ οἰκετῶν χρήσεως α β Ποσειδωνίου περὶ τοῦ προτρέπεσθαι γ παρὰ Θέωνος Ἡρακλείδηι φιλοσόφωι