Ancient Greek
25.1.1 to 25.3.3
Documentary Papyri, P.Mil. Vogl. 1 25.1.1-25.3.3
Not analysed yet
ἀγαθῆι τύχηι Κέρδων Ἑρμῆς Ἀφροδείτη ἐπʼ ἀγαθῷ ἀντίγραφον ὑπομνηματισμοῦ ἐν Τεβτύνι Πολέμωνος μερίδος …Ἀνδρομάχου στρατηγοῦ Ἀρσινοΐτου Πολέμωνος μερίδος ἔτους ια Τῦβι …ἐξ ἀναφορίου Φλαυίου Τιτιανοῦ τοῦ κρατίστου ἡγεμόνος Δημητρίου ἀπελευθέρου Ἡρακλείδου πρὸς Παυλεῖνον Πάτρωνος τῶν γεγυμνασιαρχηκότων. Ἀμμώνιος ῥήτωρ ὑπὲρ Δημητρίου· διʼ οὗ παρεκόμισεν ὁ συνηγορούμενος ἀναφορίου ἐνκλήματα δύο ὥρισεν κατὰ τοῦ ἀντιδίκου, ἓν μὲν περὶ πίστεως οἰκοπέδων, τὸ δʼ ἕτερον περὶ δραχμῶν δισχιλίων ,ἃ παρέθετο Γεμείνῳ ἀδελφῷ τοῦ Παυλείνου. τὸ μὲν οὖν περὶ τῶν οἰκοπέδων τὸ παρὸν ὑπερτίθεται, τὰς δὲ δισχιλίας δραχμὰς τοῦ Γεμείνου τελευτήσαντος ἀξιοῖ παρὰ τοῦ Παυλείνου, φροντίζοντος τῶν ὑπʼ ἐκείνου ἀπολειφθέντων, ἀπολαβεῖν. πῶς δὲ ὁ Γέμεινος ἔσχεν τὸ ἀργύριον λέγω. ὁ συνηγορούμενος, οἰκιακὸς ὢν ἐκείνου, ἐνίοτε δὲ καὶ φροντιστής, παραθέμενος αὐτῷ τὰς δισχιλίας δραχμάς, ἐποίησεν τὰ τῆς παραθέσεως γράμματα εἰς ὄνομα φίλου ἑαυτοῦ Ἀτρηνοῦ τινος γραφῆναι. ἀξιοῖ οὖν, ἐπιφέρων τὰ τοῦ Γεμείνου εἰς τὸν Ἀτρηνὸν γράμματα, τὸ ἀργύριον ἀπολαβεῖν …ω…μ…εν…ου παρεκόμισεν ὁ Δημήτριος ἀναφορίου. Παλαμήδης ῥήτωρ ὑπὲρ Παυλείνου· ἐδύνετο μὲν ὁ συνηγορούμενος τὸ περὶ τῶν δισχιλίων δραχμῶν ζήτημα διακρούσασθαι· οὐ γάρ ἐστιν ἐπίτροπος τῶν τοῦ ἀδελφοῦ υἱῶν. ἵνα δὲ ἐπιγνῶς τὴν τοῦ ἀντιδίκου κακοπραγμοσύνην ἕτοιμός ἐστι πρὸς ἐσὲ εἰς ἀμφότερα τὰ διὰ τοῦ ἀναφορίου ἐνκλήματα ἀπολογήσασθαι. ἐστὶν δὲ τὸ πρῶτον ἔνκλημα ὡς αὐτὸς ὥρισεν τοιοῦτον· ἐπὶ τοῦ προστρατηγήσαντος Κλαυδίου Διονυσίου κεκρῖσθαι πρὸς τὸν Παυλεῖνον περὶ πίστεως οἰκοπέδων ἐνκέκληκεν καὶ προσέθηκεν κεκρῖσθαι ἀποκαταστῆσαι αὐτῷ τὸν Παυλεῖνον τὴν πίστιν. νῦν δὲ τὴν περὶ τούτων διάκρισιν εἰδὼς ὅτι καταγνωσθήσεται παραιτεῖται. ὁ γὰρ Παυλεῖνος διαβεβαιοῦται μηδʼ ὅλως κεκρῖσθαι πρὸς αὐτὸν ἐπὶ τοῦ Διονυσίου περὶ πίστεως οἰκοπέδων, ἀλλὰ πρὸς ἕτερα πρόσωπα. Δημήτριος· περὶ τούτου νῦν οὐ βούλομαι λέγειν Παλαμήδης· διὰ τοῦ ἀναφορίου τὸ ἔνκλημα ὥρισεν· εἰ μὲν περὶ τούτου μὴ βούλεται λέγειν, αὐτὸ τοῦτό γε ἀποκριθῆναι μοὶ δεῖ. ἆρα μὲν ἐκρίθη πρὸς τὸν Παυλεῖνον περὶ οἰκοπέδων; ὁ στρατηγὸς Δημητρίῳ· τί πρὸς τὸν Παυλεῖνον; Δημήτρειος· πρὸς μὲν τὸν Παυλεῖνον οὐκ ἐκρίθην περὶ τῶν οἰκοπέδων· ὡς δὲ προεῖπον, νῦν περὶ τούτου οὐ λέγω. τὸ δὲ ἀργύριον ἀξιῶ ἀπολαβεῖν. Παλαμήδης· ἤδη μὲν ἐν τῷ πρώτῳ ὁ Δημήτριος ὡμολόγησεν παραλελογίσθαι τὸν κράτιστον ἡγεμόνα, ἀλλὰ καὶ ἐν τῷ περὶ τοῦ ἀργυρίου ἔτι μᾶλλον αὐτοῦ καταγνώσῃ ἀναγκαῖον δὲ καὶ περὶ τῶν προσώπων τοσοῦτον προειπεῖν ὅτι ὁ μὲν Γέμεινος εὐσχημονέστατος