Ancient Greek
P.Mil. Vogl. 1 27
Documentary Papyri, P.Mil. Vogl. 1 27
Not analysed yet
ἀντίγραφον ἀναφορίου. …προ…λιω Σουλπικίῳ Εὐφράνορι ἱερεῖ ἐξηγητῆι παρὰ Πάτρωνος καὶ Σατορνείλου ἀφήλικος διὰ τοῦ ἑνὸς ἡμῶν Πάτρωνος. ἐξ ἀναπομπῆς τοῦ κρατίστου ἡγεμόνος Φλαυίου Τιτιανοῦ ἀνεπέμφθημεν ἐπί σε περὶ ὧν ἔχομεν πρὸς Θαυβάριον τηθίδα ἡμῶν πρὸς μητρός, οὐ δεόντως ἐπικρατοῦσαν ὑπαρχόντων ἡμῶν, ὧν καὶ τὰς προσόδους βιαίως …ε ἐπὶ τῶν τόπων πολὺ δυναμένη ἐκλέγεται. καὶ σὺ ὁ κύριος, ἐντευχθεὶς ὑφʼ ἡμῶν διʼ ἑτέρου ἀναφορίου ὅτι ἐνθάδε οὖσα, ὑπὸ συνειδήσεως θλιβομένη ἀνέφυγεν εἰς τὸν Ἀρσινοείτην, ὅθεν καὶ ἔστιν, ἔγραψας τῷ τῆς Πολέμωνος μερίδος στρατηγῶι Ἀνδρομάχῳ ὥστε ἀπὸ τοῦ Παῦνι μηνὸς πέμψαι αὐτὴν ἐνθάδε μετὰ κατασπορὰν καὶ ουδ…ατην …ι· ὅθεν ἀξιοῦμεν ἐάν σοι δοκῇ γράψαι τῷ αὐτῷ στρατηγῶι Ἀνδρομάχωι ἤδη ποτὲ ἐκπέμψαι αὐτὴν κριθησομένην πρὸς ἡμᾶς, ἵνʼ ὦμεν εὐεργετημένοι. διευτύχει· σεσημείωμαι Σουλπίκιος Εὐφράνωρ ἀντίγραφον ἐπιστολῆς Σουλπίκιος Εὐφράνωρ ἱερεὺς καὶ ἐξηγητὴς Ἀνδρομάχωι στρατηγῷ Ἀρσινοείτου Πολέμωνος μερίδος τῷ τιμιωτάτῳ χαίρειν. βιβλίδιον δοθέν μοι παρὰ Πάτρωνος καὶ Σατορνείλου ἀφήλικος, διὰ Πάτρωνος, σημειωσάμενος ἔπεμψά σοι. εἰ οὖν, ὥς φασιν, ἡ τηθὶς αὐτῶν Θαυβάριον ἠπείθησεν τῇ πρότερον ὑπʼ ἐμοῦ γραφείσῃ ἐπιστολῇ περὶ ἐκπομπῆς αὐτῆς, εὖ ποιήσεις νῦν γε φροντίσας αὐτὴν παραγενέσθαι, ὅπως ἐκβιβάσῃ ἃ πρὸς αὐτοὺς ἔχει. ἐρρῶσθαί σε εὔχομαι τιμιώτατε. ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαμενώθ …ιγ ἔτους Ἔπεὶφ β …Ἀρσινoείτου ……ει Διοσκόρῳ ……περὶ Πάτρωνος καὶ ……Σατορνείλου ……γμερ… ἀντίγραφον ὑπομνηματισμοῦ Ἀνδρομάχου στρατηγοῦ ἔτους ιγ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, Φαρμοῦθι …ε, ἐν Τεπτύνι. Πάτρωνος Γεμείνου ἐπιδόντος ἐπιστολὴν Σουλπικίου Εὐφράνορος, τοῦ τιμιωτάτου ἐξηγητοῦ τῆς Ἀλεξανδρέων πόλεως, κεχρονισμένην εἰς τὸ ἐνεστὸς ιγ ἔτος Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, Ἁθὺρ ι…· τοῦ ἐξηγητοῦ κατὰ τὸ ἐπιδοθὲν αὐτῶι ἀναφόριον ἐπιστέλλοντος Θαυβάριον τηθίδα τοῦ Πάτρωνος ἐπʼ αὐτὸν μετὰ κατασπορὰν ἐκπεμφθῆναι ὁ στρατηγὸς Πάτρωνι· διὰ τί τὴν ἐπιστολὴν ἔκτοτε οὐκ ἀνέδωκας; Πάτρων· ἑκάστοτε προσεδόκων τὰ πρὸς τὴν Θαυβάριον διαλυθήσασθαι. Ἀνδρόμαχος ὁ στρατηγός· σύ αἴτιος ἐγένου τοῦ τὸ ἀκόλουθον τῆι ἐπιστολῇ …μὴ γεγονέναι, τοσούτῳ χρόνῳ μὴ ἀναδεδωκὼς αὐτήν· ὅπερ οὐκ ἐχρῆν σε πεποιηκέναι τοῦ οὖν ἐξηγητοῦ βουληθέντος μετὰ κατασπορὰν τὴν Θαυβάριον ἐκπεμφθῆναι ἀκόλουθόν ἐστι κατὰ τὴν νῦν ἐν χερσὶν ἤδη οὖσαν ἐπιστολὴν …μενο… κ…αι… ξυ…