Ancient Greek
P.Mil. Vogl. 2 108
Documentary Papyri, P.Mil. Vogl. 2 108
Not analysed yet
Δίδυμος Ἀπολλωνίου Σωτηρίχωι Σωτηρίχου χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ χρῆσιν ἀργυρίου δραχμὰς ἑξήκοντα ,ἃς καὶ ἀποδώσω σοι ἐν μηνὶ Ἁθὺρ τοῦ εἰσιόντος ἑβδόμου ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ χωρὶς ἄλλων ὧν ὀφείλω σοι. ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ, Ἁθὺρ ια.