Ancient Greek
P.Mil. Vogl. 2 50
Documentary Papyri, P.Mil. Vogl. 2 50
Not analysed yet
Πάτρων Λάχῃ τῶι πατρὶ χαίρειν. τὰ ἔργα τὰ παρά σοι μηδὲ ἓν ἀμελείσθω· σὺν θεῶι καὶ ἐγὼ αὔριον κατέρχομαι. Πρωτᾶς ὁ γεωργὸς τῶν ε ἀρουρῶν τοῦ Πελβῦνις γράφει τὸ ἀναφόριον· ἐὰν οὖν σημεῖόν σοι ἐνέγκῃ ἢ στολὴν συνχώρησον αὐτῷ σπείρειν. τὸ περὶ τῶν κταμίων αὔριον ἀπαρτίζεται· εἰπὲ οὖν Ἥρωνι ἵνα παραβάλλῃ ἐκεῖ. Πενείθην τὸν γεωργὸν ἐν Κερκήσει οὐχ εὗρον· πορεύου οὖν ὀρθρίσας εἰς τὸν Τεσσαρακοντάρουρον καὶ κατάμαθε τὴν λινοκαλάμην καὶ ἐκείνης πορεύου εἰς Θεογονίδα. ἐρρῶσθαί σε εὔχομαι. Ἁθὺρ δ. Λάχηι παρὰ Πάτρωνος.