Ancient Greek
P.Mil. Vogl. 2 67
Documentary Papyri, P.Mil. Vogl. 2 67
Not analysed yet
…ἐκφορίου σὺν αἷς λημψώμεθα σπερμάτων ἀρτάβαις …μέτρωι τετραχοινίκῳ ……των τὰ κατʼ ἔτος τῶν ἀρουρῶν γεωργικὰ ἔργα πάντα, καὶ τὰ κατʼ ἔτος ἐκφόρια ἀποδώσομεν ἐν μηνὶ Παῦνι ἐφʼ ἅλῳ καθαρὰ ἄδολα, τῆς μετρήσεως γινομένης διά τινος τῶν σῶν, καὶ μετὰ τὸν χρόνον παραδώσωμεν τὰς ἀρούρας καθαρὰς ἀπὸ ἀγρώστεως δείσης πάσης πλὴν θρύου καλάμου, ἐὰν φαίνηται μισθῶσαι. Σαβεῖνος γεγυμνασιαρχηκὼς μεμίσθωκα. ἔτους ἕκτου Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν …Νικάριν ἐπηκολούθησα, ἐξουσίας οὔσης ἑτέροις μεταμισθοῦν.