Ancient Greek
P.Mil. Vogl. 2 70
Documentary Papyri, P.Mil. Vogl. 2 70
Not analysed yet
Ἡρακλείδης Τούρβωνι χαίρειν. ἐὰν ο… προσπίπτῃ πρός σε, δέξαι τὸν σῖτον παρʼ αὐτοῦ καὶ τὰς ὕνις καὶ τὰ ἄροτρα καὶ τὰ ζυγόταυρα καὶ πάντα ὅσα ἔχει ἐργαλεῖα· λαβὼν δὲ τὸν σῖτον παρʼ αὐτοῦ, παράλαβε ἐκεῖνον τὸν νεανίσκον, καὶ δὸς αὐτῷ ἀπὸ τοῦ σίτου ἀρτάβας δ …ην Μαροῦ εἰς Ταλεὶ πρὸς Τιθόν ἵνα ἐργάσηται τὴν καλαμίαν Χρυσέρμου δραχμὰς ρκ. πορεύου οὖν ἐκεῖ ἵνα μετρήσῃς τοὺς ἐργάτας. ποίησον τὰ κτήνη εἰργάσασθαι τῷ …ἐπὶ ἡμέρας γ. ἔρρωσο.