Ancient Greek
71.23 to 71.32
Documentary Papyri, P.Mil. Vogl. 2 71.23-32
Not analysed yet
δραχμῶν τεσσαράκοντα καὶ ἰδίᾳ ἀπογραφῆναι τὴν γεγονυῖαν ἡμῖν ἐκ ἀλλήλων θυγατέρα Εὐδαιμονίδα, ἐμποδίζομαι μὴ ἔχουσα τὸν ἐπιγραφησόμενόν μου κύριον διὰ τὸ μὴ περιεῖναί μοι πατέρα μηδὲ πατρὸς πατέρα μηδὲ ἔχειν ἀδελφοὺς μηδὲ υἱούς. ὅθεν αἱρούμενη διὰ σοῦ τὸν προγεγραμμένον Πλουτίωνα ἐπιδίδωμι καὶ ἀξιῶ ἐπισταλῆναι τοῖς τὰ ἀρχεῖα πραγματευομένοις συνχρηματίζειν μοι αὐτὸν τὸν Πλουτίωνα τὴν προσφορὰν ποιουμένῃ ἵνʼ ὦ φιλανθρωπημένη. ἔρρωσο. Πτολεμαῖος πρυτανικὸς καὶ ἐξηγητικὸς ὑπηρετης μετενήνοχα. Ἀμμωνᾶς …ὁμολογῶ ἔχειν παρὰ τῆς Τεφορσάϊτος τῆς καὶ Εὐδαιμονίδος διὰ χειρὸς χρυσίου δοκιμείου τετάρτας δύο ἐν κοσμαρίοις καὶ ἱμάτια ἐν συντιμήσει δραχμῶν τεσσαράκοντα καὶ ἐπὶ τοῦ χωρισμοῦ ἀποδώσω τὴν προκειμένην φερνὴν ὡς πρόκειται. Ἁρποκρατίων Νεμεσᾶ ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος Τεφορσάϊς ἡ καὶ Εὐδαιμονὶς μετὰ κυρίου οὗ ἑκουσίως ᾕρημαι ὡς πρόκειται Πλουτίωνος Πτολεμαίου προσενήνεγκα τὰ προκείμενα κοσμάρια καὶ ἱμάτια καὶ ἀπογράψομαι ἣν γέγονεν ἐξ ἀλλήλων θυγατέρα Εὐδαιμονίδα ὡς πρόκειται. Πλουτίων Πτολεμαίου ἔγραψα ὑπὲρ αὐτῆς ἀγραμμάτου οὔσης. ἔτους …Μεσορὴ θ.