Ancient Greek
P.Mil. Vogl. 2 73
Documentary Papyri, P.Mil. Vogl. 2 73
Not analysed yet
δεκαδάρχῃ Ἀρσινοίτου παρὰ Κρονίωνος πρεσβυτέρου Πακήβκιος ἀπὸ κώμης Τεπτύνεως. ἡ γενομένη τοῦ πατρός μου γυνὴ Τααρμιῦσις, ἡνίκα περιῆν, ἐπιγνοῦσα τόν τε ἐμὸν καὶ ἀδελφοῦ μου Κρονίωνος νεωτέρου καὶ τῶν γυναικῶν ἡμῶν τοὺς τρόπους εὐνόους καὶ στοργικούς, ἔστερξεν ὡς φυσικὰ τέκνα, καὶ οὕτως ἴσην μοίραν τοῖς ἑαυτῆς ἐκ τοῦ πατρὸς ἡμῶν ἑτέροις υἱοῖς ἀπένειμε τῶν ἑαυτῆς πάντων, ἐπὶ τοσοῦτον πίστιν εὐνοίας μαθοῦσα ὥστε ἔτι περιούσης τῶν μὲν ἄλλων ἀντεποιούμεθα προσαιρέσει καὶ γνώμῃ τῇ ἑαυτῆς, τὴν δὲ ἐνδομενίαν ἑαυτῆς βουληθεῖσα μετὰ τελευτὴν πάλιν ἡμῶν σὺν τοῖς υἱοῖς αὐτῆς εἶναι. παρὰ τὸν θάνατον αὐτῆς ἐτόλμησαν οὗτοι Κρονίων καὶ …μιεῦς ἐκφορῆσαι ἅπαντα οὐκ ὀλίγα ὄντα, οὐδὲ ἀγνώστου οὔσης τῆς γυναικὸς ὅτι ἐπὶ ἐνεχύροις ἐδάνειζε ἱκανά …