Ancient Greek
P.Mil. Vogl. 2 88
Documentary Papyri, P.Mil. Vogl. 2 88dupl
Not analysed yet
Πετεεῦτι Φομναΐσιος παρὰ Κρονίωνος τοῦ Κρονίωνος τοῦ Τεῶτος ἀπὸ κώμης Τεπτύνεως. τυγχάνω ἑκουσίως καὶ αὐθαιρέτως ἐκβεβηκέναι τῆς ἀπὸ τοῦ ἐνεστῶτος ἔτους γεωργείας τῶν ὑπαρχόντων σοι περὶ κώμην Κερκῆσιν πρότερον Ἀσκληπιάδου κλήρου ἀρουρῶν δέκα δύο ἡμίσους καὶ κτάμια ἀρουρῶν δέκα δύο ἡμίσους ,ἐσπαρκέναι πύρινα καὶ χόρτων, σὲ δὲ ἀντεχόμενον καὶ ἑτέροις μεταμισθοῦν ἀπὸ τοῦ ἐνεστῶτος ἔτους· ἐὰν φαίνηται ἀπολῦσαι.