Ancient Greek
99.16 to 99.25
Documentary Papyri, P.Mil. Vogl. 2 99.16-25
Not analysed yet
διαίρεσιν ὁμολογουμένοις, καὶ μηδενὶ αὐτῶν ἐξεῖναι παραβῆναί τι τούτων μηδὲ ἐπελεύσεσθαι ἐπʼ ἀλλήλους περὶ ὧν ἑκάτερος κεκλήρωται, ἢ ὁ παραβὰς αὐτῶν …ἐκτίσῃ τῷ ἐνμένοντι τὰ βλάβη καὶ δαπανήματα διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς διακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, καὶ μηδὲν ἧσσον χωρὶς τοῦ τὰ διωμολογημένα κύρια εἰναι καὶ ἀμετακίνητα διὰ παντός, ὑπογραφεῖς Ἰσχυρίων Ἰσχυρίωνος ἐτῶν …οὐλὴ γόνατι ἀριστερῷ καὶ Μαρεψῆμις Πακήβκιος ἐτῶν με ἄσημος καὶ Πακῆβκις Ψοίφεως ἐτῶν …ἄσημος. Ὧρος Τεσενούφεως ὁμολογῶ πεποιῆσθαι τὴν διαίρεσιν καὶ κεκληρῶσθαι τὸ ἀπηλιωτικὸν μέρος, οὗ μέτρα λιβὸς ἐπʼ ἀπηλιώτην πήχεις δέκα διατείνοντες νότον ἐπὶ βορρᾶ καὶ ἐνμενῶ πᾶσι καθὼς πρόκειται. ἔγραψε ὑπὲρ αὐτοῦ Ἰσχυρίων Ἰσχυρίωνος μὴ εἰδότος γράμματα. Τεσενοῦφις καὶ Ὧρος ἀμφότεροι Πέννειτος ὁμολογοῦμεν πεποιῆσθαι τὴν διαίρεσιν καὶ κεκληρῶσθαι τὸ λιβικὸν μέρος καὶ ἐνμενοῦμεν καθὼς πρόκιται. ἔγραψε ὑπὲρ αὐτῶν Μαρεψῆμις Πακήβκιος μὴ εἰδότων γράμματα Φαῆσις καὶ Προτίωνος ὁμολογοῦμεν πεποιῆσθαι τὴν διαίρεσιν καὶ κεκληρῶσθαι τὸ κατὰ μέσον τόπον καὶ ἐνμενοῦμεν πᾶσιν καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν Πακῆβκις Ψοίφεως μὴ εἰδότων γράμματα. ἀναγέγραπται διὰ Τουρίου τοῦ καὶ Ἀπολλωνίου τοῦ πρὸς τῷ γραφείῳ Τεβτύνεως καὶ Κερκεσούχων Ὄρους Πολέμωνος μερίδος. ἔτους δ Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Τῦβι δευτέρᾳ.