Ancient Greek
P.Mil. Vogl. 3 143
Documentary Papyri, P.Mil. Vogl. 3 143
Not analysed yet
Ἥρωνι ἐξηγητευκότι υἱῷ Ἀματίου γεγυμνασιαρχηκότος παρὰ Σαραπίωνος Φὶβ ἀπὸ τῆς μητροπόλεως ἀναγραφομένου ἐπʼ ἀμφόδου …αλ…ν Γερδίων καταμένοντος ἐν κώμῃ Τεπτύνει. βούλομαι μισθώσασθαι παρά σου εἰς ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος ια ἔτους Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τὴν ὑπάρχουσάν σοι οἰκίαν ἐν τῇ κώμῃ πρὸ γειτνιῶν ἐν χηνοβοσκίῳ σου ἀπὸ ἀπηλιώτου τῆς κώμης, ἐνοικίου τοῦ παντὸς κατʼ ἔτος ἀργυρίου δραχμῶν ὀγδοήκοντα καὶ θαλλίου κατʼ ἔτος ἀλέκτορος ἑνὸς τελείου ἀνυπολόγων καὶ ἀκινδύνων καὶ οὐκ ἐξέσται μοι ἐντὸς τοῦ χρόνου ἐνκαταλεῖψαι τὴν μίσθωσιν, οὐ μὴν καί σοι ἀποβαλέσθαι με ἢ τὸν παραβαίνοντα ἐκτίνειν τῷ ἐνμένοντι εἰς ἐπιτίμου λόγον δραχμὰς ἑκατὸν καὶ μετὰ τὸν χρόνον παραδώσω τὴν οἰκίαν καθαρὰν σὺν ταῖς ἐφεστώσαις θύραις καὶ κλεισὶ ἐὰν φαίνηται μισθῶσαι.