Ancient Greek
P.Mil. Vogl. 3 146
Documentary Papyri, P.Mil. Vogl. 3 146
Not analysed yet
Γέμινος Πάτρωνος Ἁρποχρατίωνι Μαρεψήμιος χαίρειν. ἀπέχω παρά σου ἃς ὤφειλές μοι καὶ τῶι ἀδελφῷ μου Παυλίνωι κατὰ δημοσίους χρηματισμοὺς δύο ,ἃ καὶ συνχωρῶ ἄκυρα εἶναι, ἀργυρίου δραχμῶν τριάκοντα ὀκτώ · παρέξομαι δὲ καὶ ἀδελφόν μου Παυλεῖνον ἐκδιδόντα σοι ἀποχὴν διὰ δημοσίου χρηματισμοῦ καὶ οὐδέν σοι ἐνκαλῶ περὶ οὐδενὸς ἁπλῶς πράγματος μέχρι νῦν.