Ancient Greek
P.Mil. Vogl. 3 187
Documentary Papyri, P.Mil. Vogl. 3 187
Not analysed yet
……εἰς σπορὰν πυροῦ ἐκφορίου ἐπὶ τὴν τριετίαν σὺν αἱς λημψόμεθα σπερμάτων πυροῦ ἀρτάβαις τρισί ,πυροῦ ἀρταβῶν δεκαοκτώ ,τὰς δὲ λοιπὰς ἀρούρας τρεῖς εἰς σπορὰν χόρτου καὶ κατάβρωμαπροβάτων καὶ κοιτασμὸν καὶ κατανομὴν βοῶν ἐπὶ τὴν τριετίαν κατʼ ἔτος ἄνευ σπερμάτων ἀργυρίου δραχμῶν ἑκατὸν εἴκοσι πάντων μέτρωι τετραχοινίκωι θησαυροῦ παλαιοῦ …ἐκφόρια ἀνυπολόγων καὶ ἀκινδύνων καὶ ἐπιτελέσω τὰ κατʼ ἔτος τῶν ἀρουρῶν γεωργικὰ ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου καὶ τὰ προκίμενα ἐκφόρια παραδώσομεν κατʼ ἔτος ἐν μηνὶ Παοῖνι ἐφʼ ἅλωι, τὸν δὲ φόρον ἐν μηνὶ Φαμενὼθ πρὸς ἡμᾶς ὄντων τῶν κατʼ ἔτος τοῦ ἐπισπουδασμοῦ φορέτρων καὶ μετὰ τὸν χρόνον παραδώσομεν τὰς ἀρούρας καθαρὰς ἀπὸ ἀγρώστεως δείσης πάσης καὶ ἀπὸ ἀπεργασίας τῶν προκιμένων. ἐὰν φαίνηται μισθῶσαι. σεσημείωμαι.