Ancient Greek
P.Mil. Vogl. 3 189
Documentary Papyri, P.Mil. Vogl. 3 189
Not analysed yet
Πανεσᾶτις Ψενταμιώσεως μητρὸς Ταυβέστεως, ἀπὸ Ἀνταίου πόλεως, κυβερνήτης ἰδίου πλοίου Ἑλληνικοῦ Οὐσιδώρου, ἀγωγῆς ἀρταβῶν ἑκατόν ,ὁμολογεῖ ἀπεσχηκέναι παρὰ Ἰουλίου Οὐαλερίου Σαραπίωνος στολάρχου διεραμάτων νομοῦ Ὀξυρυγχείτου, προσκαρτεροῦντος τῇ τοῦ Ἀρσινοίτου νομοῦ δημοσίου πυροῦ διεράσει ἀργυρίου δραχμὰς …κοσίας πεντήκοντα, οὔσας τιμῆς τῶν πυροῦ ὀκτακοσίων ὀγδοήκοντα ἀρταβῶν, τῇ πρὸς τὸν Σαραπίωνα διεράσει τοῦ εἰς τὸν δημόσιον πυρὸν γενήματος τοῦ ἐνεστῶτος πεντεκαιδεκάτου ἔτους …. προσεφώνησεν καὶ ὡμολόγησεν ὁ Πανεσᾶτις προσφωνήσει ταύτῃ καὶ ναυτείαν αὐτοῦ …ναυλ… ας ὄντων …λ… ἀριστερᾶς α…. προσφώνησις Πανεσάτεως. ἔτους ιε Λουκίου Σεπτιμίου Σεουήρου Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνείνου Εὐσεβῶν Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος τῶν κυρίων.