Ancient Greek
P.Mil. Vogl. 4 237
Documentary Papyri, P.Mil. Vogl. 4 237
Not analysed yet
Οὐαλερίωι …Ἁτρῆς Μενχίους πράκτωρ ἐν κλήρῳ σιτικῶν διὰ δημοσίων γεωργῶν καὶ …ης Ἥρωνος πράκτωρ ἀργυρικῶν, ἀμφότεροι κώμης Φιλαγρίδος· ὀμνύομεν τὴν Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνείνου Εὐσεβοῦς καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστῶν τῶν κυρίων τύχην προσεδρεύειν τῷ ἱερωτάτῳ βήματι τοῦ λαμπροτάτου ἡμῶν ἡγεμόνος Κλαυδίου Ἰουλιανοῦ καὶ ὑπακούειν, ὅπου ἐὰν ἐπικηρυχθῶμεν, ἢ ἔνοχοι εἴημεν τῷ ὅρκῳ. παρέσχομεν δὲ ἑαυτῶν ἐνγυητὴν Π…υ…ν Διδᾶ τοῦ Πα… ἀπὸ τῆς ἡμετέρας κώμης …