Ancient Greek
P.Mil. Vogl. 4 239
Documentary Papyri, P.Mil. Vogl. 4 239
Not analysed yet
Κρονίωνι Ἥρωνος τοῦ Ἡρακλήου παρὰ Πεβαῦτος τοῦ Κρονίωνος. βούλομαι μισθώσασθαι παρὰ σοῦ πρὸς μόνον τὸ ἐνεστὸς εἰκοστὸν ἔτος γῆς βασιλικῆς ἄρουραν μίαν ἥμισυ ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους σχοινίῳ ἀπὸ ἀρουρῶν τριῶν ἐν τῶι λεγομένωι Πανιετος εἰς σπορὰν πυροῦ, πρὸς τὸν Πεβαῦτα ὄντων τῶν ἔργων καὶ σπερμάτων καὶ ποτισμῶν, τῶν δὲ δημοσίων τελεσμάτων πάντων πρὸς τὸν Κρονίωνα ὃς καὶ ἀπέχει τὴν τοῦ σπειρομένου τιμὴν ἐκ πλήρους διὰ χειρὸς καὶ βεβαιώσειπάσῃ βεβαιώσει Κρονίων ὡς ἐτῶν μη οὐλὴ ἀντικνημίῳ ἔτους εἰκοστοῦ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Φαῶφι.