Ancient Greek
P.Mil. Vogl. 4 256
Documentary Papyri, P.Mil. Vogl. 4 256
Not analysed yet
…Ἡρακλείδης Τούρβωνι χαίρειν. θαυμάζω πῶς οὐκ ἐφρόντισας τῆς μηχανῆς τῆς Ταλεί, καὶ χωρὶς τοῦ γράψαι με· ὁμοίως γὰρ ἔμαθον πεφροντικέναι σε τῆς Εἰβιῶνος· πάντως οὖν, εἴ τι θέλεις, πρᾶξον, ὅπως ἀντλήσῃ ἡ μηχανή. δώσεις δὲ δραχμὰς δ Ἑρμῇ, ὅπως ἡ διαίρεσις γένηται τῶν ἀρουρῶν· ἤδη γὰρ γεωργὸν ἔσχον τοῦ μέρους ἡμῶν· περὶ τοῦ χηνοβοσκοῦ σήμερον ἔμαθον καὶ μέχρι τούτου οὐκ ἀνῆλθε· σὺ δὲ ἠμέλησας, μὴ γράψας μοι περὶ τούτου. Σαραπιὰς δεξάτω σοι τὴν ἠπήτριαν καὶ δέξαι παρʼ αὐτῆς τὸν φαινόλην ἐρεοῦν· πάντως ἄνελθε πρὸς ἐμέ, ἐπεὶ χρεία σοῦ ἐστιν ἀναγκαίως χάριν Σαβείνου. ἐρρῶσθαί σε εὔχομαι.