Ancient Greek
P.Mil. Vogl. 6 280
Documentary Papyri, P.Mil. Vogl. 6 280
Not analysed yet
Πρωτίων Ἀματίωι τῶι φιλτάτωι χαίρειν. παραγενομένου σου εἰς Τεβτῦνιν, οὐδεμίαν μοι φάσιν κατέλειψας εἰ χρεία μου ἐστὶν ἢ αὖ· οἶδας ὅτι ἀρχή ἐστιν ἐνιαυτοῦ καὶ ἀνάγκη ἐστὶν ἀναφόρια τῶν ἁλοπωλῶν λαβεῖν· ἐπεὶ οὐδὲ εἷς αὐτῶν εἰσέρχεται εἰς τὸ ἁλὸς καὶ οἱ φόροι μειοῦνται, πάντῃ μὲν πάντως τῇ ε παραγείνομαι πρὸς σὲ εἰς Ταλεὶ ἢ εἰς Τεβτῦνιν …