Ancient Greek
P.Mil. Vogl. 6 283
Documentary Papyri, P.Mil. Vogl. 6 283
Not analysed yet
ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Παῦνι α. διέγραψε Παυλείνωι καὶ μετόχοις πράκτορσι Κρονίων Πακήβκιος φόρον χωρις… ἐδαφῶν τοῦ αὐτοῦ δεκάτου ἔτους, Τεβτύνεως, ῥυπαρὰς δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η· συμβολικὰ τριώβολον. ἔτους ἑνδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαμενὼθ ιε. διέγραψε Παυλείνῳ καὶ μετόχοις πράκτορσι Κρονίων Πακήβκεως φόρον ἐδαφῶν ια ἔτους, Τεβτύνεως, δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η ῥυπαραί· συμβολικὰ τριώβολον. ἔτους ……ρο… ἔτους …ι…