Ancient Greek
P.Mil. Vogl. 6 292
Documentary Papyri, P.Mil. Vogl. 6 292
Not analysed yet
……ἢ ὅσαι ἐὰν ὦσι· τὸ μὲν πρῶτον καὶ τρίτον καὶ πέμπτον ἔτος τῆς μισθώσεως εἰς σπορὰν πυροῦ καὶ κριθῆς, ἐκφορίου τῶν ἀρουρῶν …ἡμίσους σὺν σπέρμασι πυροῦ ἀρτάβαις …καὶ κριθῆς ἀρτάβηι μιᾷ τοῦ παντὸς ἐπὶ τὴν τριετίαν κατʼ ἔτος πυροῦ ἀρταβῶν καὶ κριθῆς ἀρταβῶν δέκα ……τὸ δὲ δεύτερον καὶ τέταρτον καὶ ἕκτον ἔτος εἰς σπορὰν χόρτου κ… …βοικῶν, φόρου κατʼ ἔτος τῶν ἀρουρῶν …ἡμίσους δραχμῶν ……καὶ θαλλῶν ἐπὶ τῆς πυρῷ σπειρμένης γῆς ὄρνιθος μιᾶς ἀξίας δραχμῶν δύο καὶ …οἴνου τοῦ ὅλου κλήρου, πάντων ἀνυπολόγων καὶ ἀκινδύνων· ἄγοντες τὰ κατʼ ἔτος τοῦ κλῆρου ἔργα πάντα τὰ καθήκοντα ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς, βλάβος μηδὲν ποιοῦντες· καὶ τὰ ἐκφόρια ἀποδώσομεν κατʼ ἔτος ἐν μηνὶ Παῦνι ἐφʼ ἅλῳ νέα καθαρὰ ἄδολα, τῆς μετρήσεως γεινομένης διὰ …